Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 9.16.1 Hdt. 9.16.5 (English) >>Hdt. 9.17.4

9.16.3 ὁρᾷς τούτους τοὺς δαινυμένους Πέρσας καὶ τὸν στρατὸν τὸν ἐλίπομεν ἐπὶ τῷ ποταμῷ στρατοπεδευόμενον· τούτων πάντων ὄψεαι ὀλίγου τινὸς χρόνου διελθόντος ὀλίγους τινὰς τοὺς περιγενομένους.” ταῦτα ἅμα τε τὸν Πέρσην λέγειν καὶ μετιέναι πολλὰ τῶν δακρύων. 9.16.4 αὐτὸς δὲ θωμάσας τὸν λόγον εἰπεῖν πρὸς αὐτὸν· “οὐκῶν Μαρδονίῳ τε ταῦτα χρεόν ἐστι λέγειν καὶ τοῖσι μετʼ ἐκεῖνον ἐν αἴνῃ ἐοῦσι Περσέων;” τὸν δὲ μετὰ ταῦτα εἰπεῖν· “ξεῖνε, τι δεῖ γενέσθαι ἐκ τοῦ θεοῦ ἀμήχανον ἀποτρέψαι ἀνθρώπῳ· οὐδὲ γὰρ πιστὰ λέγουσι ἐθέλει πείθεσθαι οὐδείς. 9.16.5 ταῦτα δὲ Περσέων συχνοὶ ἐπιστάμενοι ἑπόμεθα ἀναγκαίῃ ἐνδεδεμένοι, ἐχθίστη δὲ ὀδύνη ἐστὶ τῶν ἐν ἀνθρώποισι αὕτη, πολλὰ φρονέοντα μηδενὸς κρατέειν.” ταῦτα μὲν Ὀρχομενίου Θερσάνδρου ἤκουον, καὶ τάδε πρὸς τούτοισι, ὡς αὐτὸς αὐτίκα λέγοι ταῦτα πρὸς ἀνθρώπους πρότερον γενέσθαι ἐν Πλαταιῇσι τὴν μάχην.

ch. 17 9.17.1 Μαρδονίου δὲ ἐν τῇ Βοιωτίῃ στρατοπεδευομένου οἱ μὲν ἄλλοι παρείχοντο ἅπαντες στρατιὴν καὶ συνεσέβαλον ἐς Ἀθήνας, ὅσοι περ ἐμήδιζον Ἑλλήνων τῶν ταύτῃ οἰκημένων, μοῦνοι δὲ Φωκέες οὐ συνεσέβαλον (ἐμήδιζον γὰρ δὴ σφόδρα καὶ οὗτοι) οὐκ ἑκόντες ἀλλʼ ὑπʼ ἀναγκαίης. 9.17.2 ἡμέρῃσι δὲ οὐ πολλῇσι μετὰ τὴν ἄπιξιν τὴν ἐς Θήβας ὕστερον ἦλθον αὐτῶν ὁπλῖται χίλιοι, ἦγε δὲ αὐτοὺς Ἁρμοκύδης ἀνὴρ τῶν ἀστῶν δοκιμώτατος. ἐπεὶ δὲ ἀπίκατο καὶ οὗτοι ἐς Θήβας, πέμψας Μαρδόνιος ἱππέας ἐκέλευσε σφέας ἐπʼ ἑωυτῶν ἐν τῷ πεδίῳ ἵζεσθαι.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 9.16.1 Hdt. 9.16.5 (English) >>Hdt. 9.17.4

Powered by PhiloLogic